TLG 4237 001 :: Joannes ARGYROPULUS :: Prolegomena in Aphthonii progymnasmata Joannes ARGYROPULUS Gramm. Prolegomena in Aphthonii progymnasmata Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 156–157. Citation: Volume — page — (line) | ||
14.156(1t) | ΙΩΑΝΝΟΥ | |
2t | ΔΙΑΚΟΝΟΥ ΤΟΥ ΑΡΓΥΡΟΠΟΥΛΟΥ | |
---|---|---|
3t | ΠΡΟΛΕΓΟΜΕΝΑ | |
4t | ΕΙΣ ΤΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ | |
5 | Ἐπειδήπερ ἡμῖν πρόκειται περὶ 〈τῶν〉 προγυμνασμά‐ των εἰπεῖν, ἀναγκαῖον διαλαβεῖν πρῶτον, τίς ὁ τούτων πατὴρ καὶ ὅθεν πρὸς τὴν τούτων προήχθη συγγρα‐ φήν. Ἔστι τοίνυν πατὴρ τῆς παρούσης τῶν Προγυμνασμά‐ | |
10 | των βίβλου Ἀφθόνιος Ἀντιοχεὺς ὁ Σύρος, ὁ Λιβανίου τοῦ Φασγανίου μαθητής. Ἡ δὲ αἰτία, ἣ πρὸς τὴν τῶν Προγυμνασμάτων αὐτὸν ἔνυξε συγγραφήν, ἔστιν αὕτη. Μάρκῳ βασιλεῖ, νομοτριβεῖ τε ὄντι καὶ φιλολογωτάτῳ, φίλος ἦν ἐς τὰ μάλιστα Ἑρμο‐ | |
15 | γένης ὁ σοφιστής· ᾧ καὶ χαριζόμενος αὐτῷ πρότερον αἰτή‐ σαντι ἅπασαν τὴν τῆς ῥητορικῆς τέχνην καὶ δύναμιν ἐν τέσ‐ σαρσι βιβλίοις συμπεριλαβὼν παραδέδωκεν, ἅπερ εἰσὶν αἱ καλούμεναι Στάσεις, αἱ Εὑρέσεις, αἱ Ἰδέαι καὶ αἱ Μέθοδοι· ἃ καὶ Ῥητορικὴν ὠνόμασε, λυσιτελῆ τε οὖσαν 〈πᾶσι〉 καὶ | |
20 | μάλιστα τοῖς περὶ νόμους σπουδάζουσιν. ἀλλ’ ἐπεὶ τὸ τετράβιβλον τουτὶ σύνταγμα, γυμνασίας χάριν συντεθὲν πρὸς τὴν τῶν ῥητόρων τέχνην, δεινὸν ἦν πρὸς τοὺς ἄρτι | |
τῶν νέων ἐντυγχάνοντας αὐτῷ καὶ ὡσπερεί τινος εἰσ‐ | ||
14.157 | αγωγῆς δεόμενον, αὐτὸς οὗτος καὶ αὖθις ὁ δηλωθεὶς Ἑρμογένης ἕτερα συνέταξε προγυμνάσματα τὸν ἀριθμὸν ὄντα δυοκαίδεκα πρὸς τοῦτο συντείνοντα, ἃ καὶ εἰσὶ ταῦτα· μῦθος, διήγημα, χρεία, γνώμη, ἀνασκευὴ 〈καὶ | |
5 | κατασκευή〉, κοινὸς τόπος, ἐγκώμιον, σύγκρισις, ἠθο‐ ποιία, ἔκφρασις, θέσις καὶ εἰσφορὰ τοῦ νόμου. ἐπεὶ δὲ ταῦτα ἀσαφῆ πως ἐδόκουν καὶ δύσληπτα ἅτε ὄντα ἀπαρα‐ δειγμάτιστα, ἕτερα ἀντὶ τούτων ἐξέθεντο ἄλλοι τε πολλοὶ τῶν ῥητόρων καὶ δὴ καὶ ὁ παρὼν σοφιστὴς Ἀφθόνιος, | |
10 | ἃ καὶ μᾶλλον προὐκρίθησαν ἀναγινώσκεσθαι ὡς σαφέ‐ στερα. δώδεκα δὲ ὄντα, ὡς ἔφημεν, ἅπερ ὁ Ἑρμογένης συνέταξεν, οὗτος εἰς δεκατέσσαρα ταῦτα διεῖλε· ἐκείνου μὲν γὰρ ἐν μιᾷ καὶ τῇ αὐτῇ διδασκαλίᾳ τό τε ἐγκώ‐ μιον καὶ τὸν ψόγον διδάσκοντος, οὗτος ἰδίαν ἀπένειμεν | |
15 | ἑκάστῳ διδασκαλίαν, ἰδίαν μὲν ἐγκωμίῳ καὶ αὖ ἰδίαν ψόγῳ, καὶ περὶ ἀνασκευῆς δὲ καὶ κατασκευῆς ὁμοίως. Ἀλλ’ ἐπειδὴ τόν τε πατέρα τῆς βίβλου καὶ τὴν αἰτίαν ἀποδεδώκαμεν, φέρε καὶ περὶ τῶν λοιπῶν διέλθωμεν καὶ πρῶτον εἴπωμεν, διὰ τί τε προγυμνάσματα καλοῦν‐ | |
20 | ται καὶ τίς ὅρος προγυμνάσματος καὶ γυμνάσματος. γυμνάσματα μὲν οὖν λέγονται κυρίως αἱ τῶν πολιτικῶν ὑποθέσεων μελέται τῶν πλασματικῶν, ὡς δι’ αὐτῶν εἰς τοὺς τῶν ἀληθεινῶν (sic) ὑποθέσεων λόγους γυμνα‐ ζομένων ἡμῶν—iam sequuntur in brevius contracta | |
25 | verbis identidem mutatis ex Doxapatris Prolegomenis 9: 137, 6—138, 11. 143, 11—144, 8. 127, 22—128, 8. 134, 10. 135, 3—141, 21 ὡς ἔν τισι τῶν ἄλλων. Hic explicit V; et in Pn maior pars paginae (f. 7v) vacua est. Qui codicem Pn exaravit, cum statim sibi | |
30 | proposuisset occasione data supplementa addere, multa | |
14.158 | folia vacua insuper insuenda curaverat. Pergitur igitur f. 8r: 〈〉 τι δὲ πρὸς τὸ δηλωθῆναι ὅτι ἡ ῥητορικὴ πρᾶγμα ἐστὶν ἔμμεσον usque ad f. 10r τοὺς νόμους ἐκάλουν, ex Dox. 9109, 8—127, 5. Litterarum ductus non est idem | |
5 | atque f. 7, idem tamen erat librarius, qui non uno te‐ nore et priora et haec scripsit. Haec igitur non sunt | |
Ioannis Argyropuli. |